Daily Archives: 30/03/2013

Τῶν τριῶν Ὁσίων Γερόντων Παϊσίου, Πορφυρίου καὶ Ἐφραὶμ Κατουνακιώτη, τὴν εὐχή νὰ ἔχουμε!

https://puzzleen.files.wordpress.com/2013/03/ce91ce93ce99ce9fce99ce93ce95cea1ce9fce9dcea4ce95cea3cea0ce91ce99cea3ce99ce9fcea3ce95cea6cea1ce91ce99ce9ccea0ce9fcea1cea6cea5cea1ce.jpg

Τὴν συγχρόνων γερόντων τὴν Τριάδα τιμήσωμεν,
Ἄθωνος τοῦ ὅρους πολίτας, ρωμιοσύνης τοὺς φύλακας¨
Παΐσιον τὸ φῶς Καππαδοκῶν, Πορφύριον, τὸ κλέος Σουλιωτῶν
καὶ Ἐφραὶμ Κατουνακιώτην, Ἀρβανιτῶν τὸν γόνον τὸν περίδοξον.
Χαίρετε τῆς Τριάδος λατρευταί, χαίρετε σκεύη τίμια
Χαίρετε τῆς αὐγῆς τῆς τριφεγγοὺς οἱ λύχνοι οἱ πολύφωτοι.
Ποίημα καθηγουμένης Ἰσιδώρας μοναχῆς Ἁγιεροθεϊτίσσης
Ἀπολυτίκιον κοινὸ Ἦχος Α΄. Τῆς ἐρήμου πολίτης.
Advertisements

Σχολιάστε

Filed under Χωρίς κατηγορία

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΙ Ο ΑΠΟΣΤΟΛΟΣ ΤΗΣ Β΄ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ – ΓΡΗΓΟΡΙΟΥ ΠΑΛΑΜΑ

 ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ –  Β΄ΝΗΣΤΕΙΩΝ (ΓΡ. ΠΑΛΑΜΑ)

Μάρκ. β΄1 -12 

 1. Καί εἰσῆλθε πάλιν εἰς Καπερναοὺμ δι΄ ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι.
2. καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
3. καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων·
4. καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον, ἐφ΄ ᾧ ὁ παραλυτικὸς κατέκειτο.
5. ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
6. ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν·
7. τί οὗτος οὕτω λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός;
8. ὃ καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς· τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
9. τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει;
10. ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας -λέγει τῷ παραλυτικῷ·
11. σοὶ λέγω, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
12. καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράβαττον ἐξῆλθεν ἐναντίον παντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν λέγοντας ὅτι οὐδέποτε οὕτως εἴδομεν.

 Ο ΑΠΟΣΤΟΛΟΣ ΤΗΣ ΚΥΡΙΑΚΗΣ  ( ΓΡ. ΠΑΛΑΜΑ)

Εβρ. α΄ 10 –  β΄ 3

10. καί· σὺ κατ΄ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
11. αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται
12. καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.
13. πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου,
14. οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
1. Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μή ποτε παραρρυῶμεν.
2. εἰ γὰρ ὁ δι΄ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν,
3. πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη,

Σχολιάστε

Filed under Χωρίς κατηγορία