Tag Archives: Κοραησμός

ΤΟΝ ΚΟΡΑΗΣΜΟ ΝΑ ΚΑΤΑΡΑΣΘΕ!

 romaiiko1

Ἐπιστολή Ἀθανασίου τοῦ Παρίου πρὸς Διαμαντὴν τὸν Κοραήν 

Ανέγνων σου τὴν πρὸς τὸν Πρωτοψάλτην, σοφώτατε ἰατρῶν, ἐν ᾗ δηλαδή, καὶ αὐτὸν πως ἐμέμφου, ὅτι τὰ μὲν ὠὰ τὴν τορινὴν ἀπορροφᾶ, τῆς δὲ μητρὸς αὐτῶν δέδοικεν ἅψασθαι, καὶ ὡς λύπῃ σου τιτρώσκεται ἡ καρδία ἐπὶ τῇ τῶν σῶν ὁμογενῶν ἀμαθείᾳ πρὸς αὐτὸν ἐδήλους, τῶν αὐτόθι ποτὲτριβαρβάρων, τοῖς ἡμετέροις τὸ τήμερον ἀνθούντων u954 καλοῖς· ταυτὶ γὰρ μόνα τὰ δύω τῶν ἐν αὐτῇ περιεχομένων ἁπάντων ἔγωγε σεσημείωκα· ἐπεί τοι γε τὸ μὲν αὐτῶν ὡς ἐν σκώματι φιλικῷ, ἠρέμα πως καὶ ἐκ πλαγίου τοῦ κοινοῦ τῆς ἐκκλησίας ἡμῶν, δεισιδαιμονίας καταχέει γέλωτα· τὸ δὲ ἕτερον γνώμην μὲν ἐμφαίνει φιλογενῆ, οὐ μὴν περὶ τὸ τῶν καλῶν βέλτιστόν τε καὶ ἔσχατον,ὅπερ οἱ ἔξω σοφοὶ εὐδαιμονίαν ἐκάλεσαν· ὅτι δὲ τὸ πρῶτον ἐκεῖνο κοινῇ διακωμῳδεῖ τὴν τῶν ἀνατολικῶν ἐγκράτειαν, αὐτόθεν δῆλον, αὐτὰ γὰρ ἐκεῖνα λέγεις περὶ ἡμῶν, ἃ μέχρι κόρου καὶ ναυτίας, οἱ ἡμέτεροι λέγουσιν ἐχθροί, μᾶλλον δὲ οἱ ἐχθροὶ τοῦ σταυροῦ, κατὰ τὸν θεῖον Παῦλον, ὧν τὸ τέλος, φησίν, ἀπώλεια ὧν ὁ θεός ἡ κοιλία (σελ. 398) καὶ ἡ δόξα ἐν τῇ αἰσχύνη αὐτῶν· οἱ τὴν βδελυκτὴν ἀδιαφορίαν εἰσαγαγόντες, οὐχ ἵνα τι λόγον ἄξιον συστήσωσιν,οἱ καὶ τῶν ἀλόγων αὐτῶν ἀλογώτεροι, ἀλλ’ ἵνα τὴν γαστέρα καὶ τὰ ὑπό τὴν γαστέρα παναισχίστως θεραπεύσωσιν· ἐπεὶ τίνα λόγον ἔχει τὸ ὠὸν μὴ ζῶονὄν, ταυτὸν ἡγεῖσθαι τῇ ὄρνιθι, ἥτις ἐνεργείᾳ ζῶον καὶ ἔστι καὶ λέγεται; καὶ πλατὺ δῆθεν καταγελᾶν τῶν τὰ ὠὰ μὲν ῥοφώντων, διευλαβουμένων δὲ τῆς ἀλεκτορίδος ἅπτεσθαι; ὅτι γὰρ τὸ ὠὸν τοῖς ὅλοις ἡττᾶται τῆς μητρὸς ὄρνιθος, τὴν ὑμῶν τῶν ἀσκληπιαδῶν προκαλοῦμαι κρίσιν· τοὺς γὰρ κομιδῆ νεαροὺς τῶν ὀρνίθων τοῖς ἀπό νόσου πρὸς ὑγείαν ὁρῶσι, πρὸς τροφὴν ὀρέγειν κελεύετε· τί δήποτε;

Συνέχεια

Advertisements

Σχολιάστε

Filed under ΙΣΤΟΡΙΚΑ