by ΡΩΜΗΟΣ | 23/03/2013 · 7:00 ΠΜ
Ο Απόστολος της Κυριακής- ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ
Εβρ. ια΄ 24 -26 κ 32 -40
24.
|
Πίστει Μωϋσής μέγας γενόμενος ηρνήσατο λέγεσθαι υιός θυγατρός Φαραώ,
|
25.
|
μάλλον ελόμενος συγκακουχείσθαι τω λαώ του Θεού ή πρόσκαιρον έχειν αμαρτίας απόλαυσιν,
|
26.
|
μείζονα πλούτον ηγησάμενος των Αιγύπτου θησαυρών τον ονειδισμόν του Χριστού· απέβλεπε γαρ εις την μισθαποδοσίαν.
|
32.
|
Και τι έτι λέγω; επιλείψει γαρ με διηγούμενον ο χρόνος περί Γεδεών, Βαράκ τε και Σαμψών και Ιεφθάε, Δαυΐδ τε και Σαμουήλ και των προφητών,
|
33.
|
οι δια πίστεως κατηγωνίσαντο βασιλείας, ειργάσαντο δικαιοσύνην, επέτυχον επαγγελιών, έφραξαν στόματα λεόντων,
|
34.
|
έσβεσαν δύναμιν πυρός, έφυγον στόματα μαχαίρας, ενεδυναμώθησαν από ασθενείας, εγενήθησαν ισχυροί εν πολέμω, παρεμβολάς έκλιναν αλλοτρίων·
|
35.
|
έλαβον γυναίκες εξ αναστάσεως τους νεκρούς αυτών· άλλοι δε ετυμπανίσθησαν, ου προσδεξάμενοι την απολύτρωσιν, ίνα Κρείττονος αναστάσεως τύχωσιν·
|
36.
|
έτεροι δε εμπαιγμών και μαστίγων πείραν έλαβον, έτι δε δεσμών και φυλακής·
|
37.
|
ελιθάσθησαν, επρίσθησαν, επειράσθησαν, εν φόνω μαχαίρας απέθανον, περιήλθον εν μηλωταίς, εν αιγείοις δέρμασιν, υστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
|
38.
|
ων ουκ ην άξιος ο κόσμος, εν ερημίαις πλανώμενοι και όρεσι και σπηλαίοις και ταις οπαίς της γης.
|
39.
|
Και ούτοι πάντες μαρτυρηθέντες δια της πίστεως ουκ εκομίσαντο την επαγγελίαν,
|
40.
|
του Θεού περί ημών κρείττόν τι προβλεψαμένου, ίνα μη χωρίς ημών τελειωθώσι.
|
Το Ευαγγέλιο της Κυριακής – ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ
Ιωάν. α΄ 44 -52
44.
|
Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι.
|
45.
|
ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
|
46.
|
εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.
|
47.
|
καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε.
|
48.
|
εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι.
|
49.
|
λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.
|
50.
|
ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.
|
51.
|
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει.
|
52.
|
καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ΄ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
|
Filed under Χωρίς κατηγορία
Tagged as ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ